Sacred Texts  Classics  Homer  Index  English  Previous  Next 

The Odyssey, Book 22

αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,

ἆλτο δ' ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην

ἰῶν ἐμπλείην, ταχέας δ' ἐκχεύατ' ὀϊστοὺς

αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν:

"οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται: 5

νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,

εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων."

 

ἦ καὶ ἐπ' Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.

ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,

χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, 10

ὄφρα πίοι οἴνοιο: φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ

μέμβλετο: τίς κ' οἴοιτο μετ' ἀνδράσι δαιτυμόνεσσι

μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,

οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;

τὸν δ' Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, 15

ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή.

ἐκλίνθη δ' ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς

βλημένου, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν

αἵματος ἀνδρομέοιο: θοῶς δ' ἀπὸ εἷο τράπεζαν

ὦσε ποδὶ πλήξας, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε: 20

σῖτός τε κρέα τ' ὀπτὰ φορύνετο. τοὶ δ' ὁμάδησαν

μνηστῆρες κατὰ δώμαθ', ὅπως ἴδον ἄνδρα πεσόντα,

ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,

πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους:

οὐδέ πη ἀσπὶς ἔην οὐδ' ἄλκιμον ἔγχος ἑλέσθαι. 25

νείκειον δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι:

 

"ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι: οὐκέτ' ἀέθλων

ἄλλων ἀντιάσεις: νῦν τοι σῶς αἰπὺς ὄλεθρος.

καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγ' ἄριστος

κούρων εἰν Ἰθάκῃ: τῷ σ' ἐνθάδε γῦπες ἔδονται." 30

 

ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα

ἄνδρα κατακτεῖναι: τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,

ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπτο.

τοὺς δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:

 

"ὦ κύνες, οὔ μ' ἔτ' ἐφάσκεθ' ὑπότροπον οἴκαδ' ἱκέσθαι 35

δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,

δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,

αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,

οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,

οὔτε τιν' ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι: 40

νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατ' ἐφῆπται."

ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν:

πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.

Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν:

 

"εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, 45

ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,

πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δ' ἐπ' ἀγροῦ.

ἀλλ' ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,

Ἀντίνοος: οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,

οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, 50

ἀλλ' ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,

ὄφρ' Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι

αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.

νῦν δ' ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν

σῶν: ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, 55

ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,

τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,

χαλκόν τε χρυσόν τ' ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ

ἰανθῇ: πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι."

 

τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: 60

"Εὐρύμαχ', οὐδ' εἴ μοι πατρώϊα πάντ' ἀποδοῖτε,

ὅσσα τε νῦν ὔμμ' ἐστὶ καὶ εἴ ποθεν ἄλλ' ἐπιθεῖτε,

οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο

πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.

νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι 65

ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ:

ἀλλά τιν' οὐ φεύξεσθαι ὀί̈ομαι αἰπὺν ὄλεθρον."

 

ὣς φάτο, τῶν δ' αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.

τοῖσιν δ' Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις:

 

"ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, 70

ἀλλ' ἐπεὶ ἔλλαβε τόξον ἐύ̈ξοον ἠδὲ φαρέτρην,

οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας

ἄμμε κατακτείνῃ: ἀλλὰ μνησώμεθα χάρμης.

φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας

ἰῶν ὠκυμόρων: ἐπὶ δ' αὐτῷ πάντες ἔχωμεν 75

ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,

ἔλθωμεν δ' ἀνὰ ἄστυ, βοὴ δ' ὤκιστα γένοιτο:

τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο."

ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ

χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δ' ἐπ' αὐτῷ 80

σμερδαλέα ἰάχων: ὁ δ' ἁμαρτῆ δῖος Ὀδυσσεὺς

ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,

ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος: ἐκ δ' ἄρα χειρὸς

φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ

κάππεσεν ἰδνωθείς, ἀπὸ δ' εἴδατα χεῦεν ἔραζε 85

καὶ δέπας ἀμφικύπελλον: ὁ δὲ χθόνα τύπτε μετώπῳ

θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι

λακτίζων ἐτίνασσε: κατ' ὀφθαλμῶν δ' ἔχυτ' ἀχλύς.

 

Ἀμφίνομος δ' Ὀδυσῆος ἐείσατο κυδαλίμοιο

ἀντίος ἀί̈ξας, εἴρυτο δὲ φάσγανον ὀξύ, 90

εἴ πώς οἱ εἴξειε θυράων. ἀλλ' ἄρα μιν φθῆ

Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν:

δούπησεν δὲ πεσών, χθόνα δ' ἤλασε παντὶ μετώπῳ.

Τηλέμαχος δ' ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος 95

αὐτοῦ ἐν Ἀμφινόμῳ: περὶ γὰρ δίε μή τις Ἀχαιῶν

ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε

φασγάνῳ ἀί̈ξας ἠὲ προπρηνέα τύψας.

βῆ δὲ θέειν, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν,

ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα: 100

 

"ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε

καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν

αὐτός τ' ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ

καὶ τῷ βουκόλῳ ἄλλα: τετευχῆσθαι γὰρ ἄμεινον."

 

τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 105

"οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρ' ὀϊστοί,

μή μ' ἀποκινήσωσι θυράων μοῦνον ἐόντα."

 

ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,

βῆ δ' ἴμεναι θάλαμόνδ', ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.

ἔνθεν τέσσαρα μὲν σάκε' ἔξελε, δούρατα δ' ὀκτὼ 110

καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας:

βῆ δὲ φέρων, μάλα δ' ὦκα φίλον πατέρ' εἰσαφίκανεν,

αὐτὸς δὲ πρώτιστα περὶ χροὶ̈ δύσετο χαλκόν:

ὣς δ' αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,

ἔσταν δ' ἀμφ' Ὀδυσῆα δαί̈φρονα ποικιλομήτην. 115

 

αὐτὰρ ὅ γ', ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.

τόφρα μνηστήρων ἕνα γ' αἰεὶ ᾧ ἐνὶ οἴκῳ

βάλλε τιτυσκόμενος: τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον.

αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,

τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο 120

ἔκλιν' ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,

αὐτὸς δ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον,

κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,

ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:

εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ. 125

ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,

ἀκρότατον δὲ παρ' οὐδὸν ἐϋσταθέος μεγάροιο

ἦν ὁδὸς ἐς λαύρην, σανίδες δ' ἔχον εὖ ἀραρυῖαι.

τὴν δ' Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν

ἑσταότ' ἄγχ' αὐτῆς: μία δ' οἴη γίγνετ' ἐφορμή. 130

τοῖς δ' Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων:

 

"ὦ φίλοι, οὐκ ἂν δή τις ἀν' ὀρσοθύρην ἀναβαίη

καὶ εἴποι λαοῖσι, βοὴ δ' ὤκιστα γένοιτο;

τῷ κε τάχ' οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο."

 

τὸν δ' αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν: 135

"οὔ πως ἔστ', Ἀγέλαε διοτρεφές: ἄγχι γὰρ αἰνῶς

αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης:

καί χ' εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τ' ἄλκιμος εἴη.

ἀλλ' ἄγεθ', ὑμῖν τεύχε' ἐνείκω θωρηχθῆναι

ἐκ θαλάμου: ἔνδον γάρ, ὀί̈ομαι, οὐδέ πη ἄλλῃ 140

τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός."

 

ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,

εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.

ἔνθεν δώδεκα μὲν σάκε' ἔξελε, τόσσα δὲ δοῦρα

καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας: 145

βῆ δ' ἴμεναι, μάλα δ' ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.

καὶ τότ' Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,

ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα

μακρὰ τινάσσοντας: μέγα δ' αὐτῷ φαίνετο ἔργον.

αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα: 150

 

"Τηλέμαχ', ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν

νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς."

 

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:

"ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γ' ἤμβροτον--οὐδέ τις ἄλλος

αἴτιος--ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν 155

κάλλιπον ἀγκλίνας: τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.

ἀλλ' ἴθι, δῖ' Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο

καὶ φράσαι ἤ τις ἄρ' ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,

ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀί̈ω."

 

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, 160

βῆ δ' αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,

οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,

αἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα:

 

"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,

κεῖνος δ' αὖτ' ἀί̈δηλος ἀνήρ, ὃν ὀϊόμεθ' αὐτοί, 165

ἔρχεται ἐς θάλαμον: σὺ δέ μοι νημερτὲς ἐνίσπες,

ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,

ἦε σοὶ ἐνθάδ' ἄγω, ἵν' ὑπερβασίας ἀποτίσῃ

πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ."

 

τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 170

"ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς

σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.

σφῶϊ δ' ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν

ἐς θάλαμον βαλέειν, σανίδας δ' ἐκδῆσαι ὄπισθε,

σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε 175

κίον' ἀν' ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,

ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπ' ἄλγεα πάσχῃ:"

 

ὣς ἔφαθ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο,

βὰν δ' ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.

ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχε' ἐρεύνα, 180

τὼ δ' ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.

εὖθ' ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,

τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,

τῇ δ' ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,

Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε: 185

δὴ τότε γ' ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων:

τὼ δ' ἄρ' ἐπαί̈ξανθ' ἑλέτην ἔρυσάν τέ μιν εἴσω

κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,

σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ

εὖ μάλ' ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν 190

υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς:

σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε

κίον' ἀν' ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.

τὸν δ' ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα:

 

"νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, 195

εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν:

οὐδέ σέ γ' ἠριγένεια παρ' Ὠκεανοῖο ῥοάων

λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκ' ἀγινεῖς

αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι."

 

ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ: 200

τὼ δ' ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,

βήτην εἰς Ὀδυσῆα δαί̈φρονα, ποικιλομήτην.

ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπ' οὐδοῦ

τέσσαρες, οἱ δ' ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.

τοῖσι δ' ἐπ' ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, 205

Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

τὴν δ' Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε:

 

"Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δ' ἑτάροιο φίλοιο,

ὅς σ' ἀγαθὰ ῥέζεσκον: ὁμηλικίην δέ μοί ἐσσι."

 

ὣς φάτ', ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. 210

μνηστῆρες δ' ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι:

πρῶτος τήν γ' ἐνένιπε Δαμαστορίδης Ἀγέλαος:

 

"Μέντορ, μή σ' ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς

μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.

ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀί̈ω: 215

ὁππότε κεν τούτους κτέωμεν, πατέρ' ἠδὲ καὶ υἱόν,

ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς

ἔρδειν ἐν μεγάροις: σῷ δ' αὐτοῦ κράατι τίσεις.

αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,

κτήμαθ' ὁπόσσα τοί ἐστι, τά τ' ἔνδοθι καὶ τὰ θύρηφι, 220

τοῖσιν Ὀδυσσῆος μεταμίξομεν: οὐδέ τοι υἷας

ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας

οὐδ' ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν."

 

ὣς φάτ', Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,

νείκεσσεν δ' Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν: 225

 

"οὐκέτι σοί γ', Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή

οἵη ὅτ' ἀμφ' Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,

εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,

πολλοὺς δ' ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,

σῇ δ' ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. 230

πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθ' ἱκάνεις,

ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;

ἀλλ' ἄγε δεῦρο, πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον,

ὄφρ' εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν

Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν." 235

 

ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,

ἀλλ' ἔτ' ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν

ἠμὲν Ὀδυσσῆος ἠδ' υἱοῦ κυδαλίμοιο.

αὐτὴ δ' αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον

ἕζετ' ἀναί̈ξασα, χελιδόνι εἰκέλη ἄντην. 240

 

μνηστῆρας δ' ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,

Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,

Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαί̈φρων:

οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχ' ἄριστοι,

ὅσσοι ἔτ' ἔζωον περί τε ψυχέων ἐμάχοντο: 245

τοὺς δ' ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.

τοῖς δ' Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων:

 

"ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους:

καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,

οἱ δ' οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. 250

τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,

ἀλλ' ἄγεθ' οἱ ἓξ πρῶτον ἀκοντίσατ', αἴ κέ ποθι Ζεὺς

δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.

τῶν δ' ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν."

 

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν, 255

ἱέμενοι: τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,

τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο

βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν:

ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.

αὐτὰρ ἐπεὶ δὴ δούρατ' ἀλεύαντο μνηστήρων, 260

τοῖς δ' ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς:

 

"ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι

μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν

ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν."

 

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα 265

ἄντα τιτυσκόμενοι: Δημοπτόλεμον μὲν Ὀδυσσεύς,

Εὐρυάδην δ' ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,

Πείσανδρον δ' ἄρ' ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.

οἱ μὲν ἔπειθ' ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,

μνηστῆρες δ' ἀνεχώρησαν μεγάροιο μυχόνδε: 270

τοὶ δ' ἄρ' ἐπήϊξαν, νεκύων δ' ἐξ ἔγχε' ἕλοντο.

 

αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα

ἱέμενοι: τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.

τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο

βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν: 275

ἄλλου δ' ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.

Ἀμφιμέδων δ' ἄρα Τηλέμαχον βάλε χεῖρ' ἐπὶ καρπῷ

λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.

Κτήσιππος δ' Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ

ὦμον ἐπέγραψεν: τὸ δ' ὑπέρπτατο, πῖπτε δ' ἔραζε. 280

τοὶ δ' αὖτ' ἀμφ' Ὀδυσῆα δαί̈φρονα ποικιλομήτην,

μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.

ἔνθ' αὖτ' Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,

Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης:

Κτήσιππον δ' ἄρ' ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ 285

βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα:

 

"ὦ Πολυθερσεί̈δη φιλοκέρτομε, μή ποτε πάμπαν

εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν

μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.

τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτ' ἔδωκας 290

ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτ' ἀλητεύοντι."

 

ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος: αὐτὰρ Ὀδυσσεὺς

οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.

Τηλέμαχος δ' Εὐηνορίδην Λειώκριτον οὖτα

δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν: 295

ἤριπε δὲ πρηνής, χθόνα δ' ἤλασε παντὶ μετώπῳ.

δὴ τότ' Ἀθηναίη φθισίμβροτον αἰγίδ' ἀνέσχεν

ὑψόθεν ἐξ ὀροφῆς: τῶν δὲ φρένες ἐπτοίηθεν.

οἱ δ' ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι:

τὰς μέν τ' αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν 300

ὥρῃ ἐν εἰαρινῇ, ὅτε τ' ἤματα μακρὰ πέλονται.

οἱ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,

ἐξ ὀρέων ἐλθόντες ἐπ' ὀρνίθεσσι θόρωσι:

ταὶ μέν τ' ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,

οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ 305

γίγνεται οὐδὲ φυγή: χαίρουσι δέ τ' ἀνέρες ἄγρῃ:

ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα

τύπτον ἐπιστροφάδην: τῶν δὲ στόνος ὤρνυτ' ἀεικὴς

κράτων τυπτομένων, δάπεδον δ' ἅπαν αἵματι θῦε.

 

λειώδης δ' Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων, 310

καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:

 

"γουνοῦμαί σ', Ὀδυσεῦ: σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον:

οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν

εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον: ἀλλὰ καὶ ἄλλους

παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι. 315

ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι:

τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.

αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς

κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθ' εὐεργέων:"

 

τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς: 320

"εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,

πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι

τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,

σοὶ δ' ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι:

τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα." 325

 

ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ

κείμενον, ὅ ῥ' Ἀγέλαος ἀποπροέηκε χαμᾶζε

κτεινόμενος: τῷ τόν γε κατ' αὐχένα μέσσον ἔλασσε.

φθεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.

 

Τερπιάδης δ' ἔτ' ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, 330

Φήμιος, ὅς ῥ' ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.

ἔστη δ' ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν

ἄγχι παρ' ὀρσοθύρην: δίχα δὲ φρεσὶ μερμήριζεν,

ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν

ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθ' ἄρα πολλὰ 335

Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρί' ἔκηαν,

ἦ γούνων λίσσοιτο προσαί̈ξας Ὀδυσῆα.

ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,

γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.

ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε 340

μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,

αὐτὸς δ' αὖτ' Ὀδυσῆα προσαί̈ξας λάβε γούνων,

καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:

 

"γουνοῦμαί σ', Ὀδυσεῦ: σὺ δέ μ' αἴδεο καί μ' ἐλέησον:

αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν 345

πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.

αὐτοδίδακτος δ' εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας

παντοίας ἐνέφυσεν: ἔοικα δέ τοι παραείδειν

ὥς τε θεῷ: τῷ με λιλαίεο δειροτομῆσαι.

καί κεν Τηλέμαχος τάδε γ' εἴποι, σὸς φίλος υἱός, 350

ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων

πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,

ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ."

 

ὣς φάτο, τοῦ δ' ἤκουσ' ἱερὴ ἲς Τηλεμάχοιο,

αἶψα δ' ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα: 355

 

"ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ:

καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ

οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,

εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,

ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα." 360

 

ὣς φάτο, τοῦ δ' ἤκουσε Μέδων πεπνυμένα εἰδώς:

πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα

ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.

αἶψα δ' ἀπὸ θρόνου ὦρτο, θοῶς δ' ἀπέδυνε βοείην

Τηλέμαχον δ' ἄρ' ἔπειτα προσαί̈ξας λάβε γούνων, 365

καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα:

 

"ὦ φίλ', ἐγὼ μὲν ὅδ' εἰμί, σὺ δ' ἴσχεο εἰπὲ δὲ πατρὶ

μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,

ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον

κτήματ' ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον." 370

 

τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς:

"θάρσει, ἐπεὶ δή σ' οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,

ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,

ὡς κακοεργίης εὐεργεσίη μέγ' ἀμείνων.

ἀλλ' ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε 375

ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,

ὄφρ' ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή."

 

ὣς φάτο, τὼ δ' ἔξω βήτην μεγάροιο κιόντε,

ἑζέσθην δ' ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,

πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί. 380

πάπτηνεν δ' Ὀδυσεὺς καθ' ἑὸν δόμον, εἴ τις ἔτ' ἀνδρῶν

ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.

τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι

πεπτεῶτας πολλούς, ὥστ' ἰχθύας, οὕς θ' ἁλιῆες

κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης 385

δικτύῳ ἐξέρυσαν πολυωπῷ: οἱ δέ τε πάντες

κύμαθ' ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται:

τῶν μέν τ' Ἠέλιος φαέθων ἐξείλετο θυμόν:

ὣς τότ' ἄρα μνηστῆρες ἐπ' ἀλλήλοισι κέχυντο.

δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς: 390

 

"Τηλέμαχ', εἰ δ' ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,

ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν."

ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,

κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν:

 

"δεῦρο δὴ ὄρσο, γρηὺ̈ παλαιγενές, ἥ τε γυναικῶν 395

δμῳάων σκοπός ἐσσι κατὰ μέγαρ' ἡμετεράων:

ἔρχεο: κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ."

 

ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος,

ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,

βῆ δ' ἴμεν: αὐτὰρ Τηλέμαχος πρόσθ' ἡγεμόνευεν. 400

εὗρεν ἔπειτ' Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,

αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,

ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο:

πᾶν δ' ἄρα οἱ στῆθός τε παρήϊά τ' ἀμφοτέρωθεν

αἱματόεντα πέλει, δεινὸς δ' εἰς ὦπα ἰδέσθαι: 405

ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.

ἡ δ' ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,

ἴθυσέν ῥ' ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον:

ἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα: 410

 

"ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδ' ὀλόλυζε:

οὐχ ὁσίη κταμένοισιν ἐπ' ἀνδράσιν εὐχετάασθαι.

τούσδε δὲ μοῖρ' ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα:

οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,

οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο: 415

τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.

ἀλλ' ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,

αἵ τέ μ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν."

 

τὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:

"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. 420

πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες

δμῳαί, τὰς μέν τ' ἔργα διδάξαμεν ἐργάζεσθαι,

εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι:

τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,

οὔτ' ἐμὲ τίουσαι οὔτ' αὐτὴν Πηνελόπειαν. 425

Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ

σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.

ἀλλ' ἄγ' ἐγὼν ἀναβᾶσ' ὑπερώϊα σιγαλόεντα

εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε."

 

τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς 430

"μή πω τήνδ' ἐπέγειρε: σὺ δ' ἐνθάδε εἰπὲ γυναιξὶν

ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο."

 

"ὣς ἄρ' ἔφη, γρηὺ̈ς δὲ διὲκ μεγάροιο βεβήκει

ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.

αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην 435

εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα:

 

"ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας:

αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας

ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.

αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε, 440

δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,

μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,

θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων

ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντ' Ἀφροδίτης,

τὴν ἄρ' ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη." 445

 

"ὣς ἔφαθ', αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,

αἴν' ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.

πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,

κὰδ δ' ἄρ' ὑπ' αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,

ἀλλήλοισιν ἐρείδουσαι: σήμαινε δ' Ὀδυσσεὺς 450

αὐτὸς ἐπισπέρχων: ταὶ δ' ἐκφόρεον καὶ ἀνάγκῃ.

αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας

ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.

αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς

λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο 455

ξῦον: ταὶ δ' ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.

αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,

δμῳὰς δ' ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,

μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,

εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι. 460

τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχ' ἀγορεύειν:

 

"μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην

τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατ' ὀνείδεα χεῦαν

μητέρι θ' ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον."

 

ὣς ἄρ' ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο 465

κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,

ὑψόσ' ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.

ὡς δ' ὅτ' ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι

ἕρκει ἐνιπλήξωσι, τό θ' ἑστήκῃ ἐνὶ θάμνῳ,

αὖλιν ἐσιέμεναι, στυγερὸς δ' ὑπεδέξατο κοῖτος, 470

ὣς αἵ γ' ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις

δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.

ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.

 

ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν:

τοῦ δ' ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ 475

τάμνον, μήδεά τ' ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,

χεῖράς τ' ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.

 

οἱ μὲν ἔπειτ' ἀπονιψάμενοι χεῖράς τε πόδας τε

εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον:

αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν: 480

"οἶσε θέειον, γρηύ̈, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,

ὄφρα θεειώσω μέγαρον: σὺ δὲ Πηνελόπειαν

ἐλθεῖν ἐνθάδ' ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί:

πάσας δ' ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι."

τὸν δ' αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια: 485

"ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.

ἀλλ' ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐνείκω,

μηδ' οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους

ἕσταθ' ἐνὶ μεγάροισι: νεμεσσητὸν δέ κεν εἴη."

 

τὴν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς: 490

"πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω."

 

ὣς ἔφατ', οὐδ' ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,

ἤνεικεν δ' ἄρα πῦρ καὶ θήϊον: αὐτὰρ Ὀδυσσεὺς

εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.

γρηὺ̈ς δ' αὖτ' ἀπέβη διὰ δώματα κάλ' Ὀδυσῆος 495

ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι:

αἱ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.

αἱ μὲν ἄρ' ἀμφεχέοντο καὶ ἠσπάζοντ' Ὀδυσῆα,

καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους

χεῖράς τ' αἰνύμεναι: τὸν δὲ γλυκὺς ἵμερος ᾕρει 500

κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δ' ἄρα φρεσὶ πάσας.


Next: Book 23